Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.33 Dem. 23.37 (English) >>Dem. 23.40

23.36πῶς οὖν ἄν τις μᾶλλον ἐλεγχθείη παράνομʼ εἰρηκὼς πῶς δεινότερʼ ἂν γράφων τοῦτον τὸν τρόπον; ὃς δυοῖν ὑποκειμένων ὀνομάτων, κατὰ μὲν τῶν ἐν αἰτίᾳ, “ἐάν τις ἀποκτείνῃ,” κατὰ δὲ τῶν ἑαλωκότων, “ἐάν τις ἀνδροφόνος ,” ἐν μὲν τῇ προσηγορίᾳ τὸ τοῦ τὴν αἰτίαν ἔχοντος ἔλαβες ὄνομα, τὴν δὲ τιμωρίαν, ἣν οὐδὲ κατὰ τῶν ἐξεληλεγμένων διδόασιν οἱ νόμοι, ταύτην κατὰ τῶν ἀκρίτων ἔγραψας, καὶ τὸ μέσον τούτων ἐξεῖλες. μέσον γάρ ἐστιν αἰτίας καὶ ἐλέγχου κρίσις, ἣν οὐδαμοῦ γέγραφʼ οὗτος ἐν τῷ ψηφίσματι.

23.37λέγε τοὺς ἐφεξῆς νόμους.Νόμος

ἐὰν δέ τις τὸν ἀνδροφόνον κτείνῃ αἴτιος φόνου, ἀπεχόμενον ἀγορᾶς ἐφορίας καὶ ἄθλων καὶ ἱερῶν Ἀμφικτυονικῶν, ὥσπερ τὸν Ἀθηναῖον κτείναντα, ἐν τοῖς αὐτοῖς ἐνέχεσθαι, διαγιγνώσκειν δὲ τοὺς ἐφέτας.

τουτονὶ δεῖ μαθεῖν ὑμᾶς, ἄνδρες Ἀθηναῖοι, τὸν νόμον τί ποτʼ ἐβούλεθʼ θείς· ὄψεσθε γὰρ ὡς ἅπαντʼ εὐλαβῶς διώρισε καὶ νομίμως. 23.38ἐάν τις ἀποκτείνῃ τὸν ἀνδροφόνονφησὶν αἴτιος φόνου, ἀπεχόμενον ἀγορᾶς ἐφορίας καὶ ἄθλων καὶ ἱερῶν Ἀμφικτυονικῶν, ὥσπερ τὸν Ἀθηναῖον κτείναντα, ἐν τοῖς αὐτοῖς ἐνέχεσθαι, διαγιγνώσκειν δὲ τοὺς ἐφέτας.” τί δὴ ταῦτʼ ἐστίν; ἐκεῖνος ᾤετο τὸν πεφευγότʼ ἐπʼ αἰτίᾳ φόνου καὶ ἑαλωκότα, ἐάνπερ ἅπαξ ἐκφύγῃ καὶ σωθῇ, εἴργειν μὲν τῆς τοῦ παθόντος πατρίδος δίκαιον εἶναι, κτείνειν δʼ οὐχ ὅσιον πανταχοῦ. τί σκοπῶν; ὅτι καὶ τοὺς δεῦρο πεφευγότας, ἂν ἡμεῖς τοὺς ἑτέρωσʼ ἀποκτιννύωμεν, ἀποκτενοῦσʼ ἕτεροι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.33 Dem. 23.37 (English) >>Dem. 23.40

Powered by PhiloLogic